Ancient Greek
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 12
Not analysed yet
Σρόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δείνων γοῦν ἐν τοῖς Περσικοῖς φησι· Παρετίθεντο δ ̓ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα ἡ γῆ βρώματα φέρει, ἧς ἄρχει βασιλεὺς, ἀφ ̓ ἑκάστου ὅσον ἀπαρχήν. Ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν ὁ Ξέρξης (sic Ruhnk. Et Valcken. ; ὁ ἐξ ἀρχῆς libri; ὁ ἐξ ἀρχῆς βασιλεύσας Toup. ; ᾤοντο δεῖν οἱ ἐξ ἀρχῆς Coraes) τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο. Εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικὰς, ἐρωτῆσαι, ποδαπαὶ εἶεν. Ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοῖς ἀγορασταῖς ἐκέλευεν (τοὺς ἀγ. Ἐκώλυεν̣ Schw.) ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ, καὶ μὴ ἀγοράζειν. Λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας.