Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DINO
DINO, Fragmenta 15
Not analysed yet
Κτησίας δ ̓ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾦ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τρίτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων. Ἀλλὰ μὴν οὐδὲ Δείνων ἐν τῇ Περσικῇ πραγματείᾳ· ὅς γέ φησι καὶ ἅλα Ἀμμωνιακὸν ἀπ ̓ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ, καὶ ὕδωρ ἐκ τοῦ Νείλου.