Ancient Greek
Fragment 7
Dio Chrysostomus Soph., Fragmenta 7
Not analysed yet
Stob. Flor. LXXIV, 60 M. Γέλως δὲ συνεχὴς καὶ μέγας θυμοῦ κακίων, διὰ τοῦτο μάλιστα ἑταίραις ἀκμάζων καὶ παίδων τοῖς ἀφρονεστέροις. ἐγὼ δὲ κοσμεῖσθαι πρόσωπον ὑπὸ δακρύων ἡγοῦμαι μᾶλλον ἢ ὑπὸ γέλωτος. δάκρυσι μὲν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον σύνεστι καὶ μάθημά που χρηστόν, γέλωτι δὲ ἀκολασία. καὶ κλάων μὲν οὐδεὶς προυτρέψατο ὑβριστήν, γελῶν δὲ ηὔξησεν αὐτοῦ τὰς ἐλπίδας.