Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 10-10
Not analysed yet
τίς γὰρ οὐκ ἂν οὕτως ἀγασθείη τῆς σοφίας τὴν πόλιν; ἀλλʼ οἶμαι πολλὰ τῶν ἐν τῷ βίῳ γιγνομένων μετὰ πόνου πλείονος καὶ δαπάνης οὐ σμικρᾶς ἔστι προῖκα καὶ πάνυ ῥᾳδίως ποιεῖν, εἴ τις ἀμελεῖ τοῦ προσήκοντος καὶ τοῦ πράττειν ἀληθῶς. οἷον εὐθὺς τὰς θυσίας, ἃς ἑκάστοτε τελοῦμεν τοῖς θεοῖς, ἔστι μὴ θύσαντας φάσκειν τεθυκέναι, μόνον, ἂν δοκῇ, στεφανωσαμένους καὶ τῷ βωμῷ προσελθόντας . τί δʼ; οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖς ἀγάλμασιπροσάγοντας, τῷ τοῦ Διός, τῷ τοῦ Ἡλίου, τῷ τῆς Ἀθηνᾶς, καὶ πανταχῇ κατασπείσαντας πᾶσιν οἴεσθαι τεθυκέναι τοῖς θεοῖς οὐ ῥᾴδιον; τίς δʼ ὁ κωλύσων;