Ancient Greek
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
Dio Chrysostomus Soph., Orationes 101
Not analysed yet
εἶεν· ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός,ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τεὁσημέραι θερμῶν καὶ χρίσεων οὐ κάματον ἰωμένων,