Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 101-3
Not analysed yet
καίτοι τί δήποτε ἐπὶ μὲν τῶν προγόνων ὑμῶν οὐθὲν ἐγίγνετο τοιοῦτον, οὐκ ἐχόντων αὐτῶν πλείονα ἢ νῦν ἔχετε ὑμεῖς; ὅτ̣̔?ʼγὰροὔθʼ ἡ νῆσος χείρων γέγονε καὶ τὴν Καρίαν καρποῦσθε καὶ μέρος τι τῆς Λυκίας καὶ πόλεις ὑποφόρους κέκτησθε, καὶ χρήματα ἀεὶ πολλὰ ὑπὸ πολλῶν ἀνατίθεται τῷ δήμῳ καὶ τῶν πρότερον οὐδεὶς ἀφῄρηται, μηθένα νομίζετε ἀγνοεῖν.