Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 101-4
Not analysed yet
ἀλλὰ γὰρ δέδοικα μὴ κἀμοὶ συμβέβηκεν ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ. ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθʼ ὕπνον ὡς εἰς ὄνου ὦτα ᾅσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐδὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τἀκριβέστερα τῆς τέχνης· ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, Τοῦτʼ ἦν ἄρα, ἔφη, τὸ εἰς ὄνου ὦτα ᾅδειν. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἷα ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.