Ancient Greek
102 to 111
Dio Chrysostomus Soph., Orationes 102-2-111
Not analysed yet
ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν· ὥστε οὐδενὶ ἄδηλον καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν ὁ Πάτροκλος καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ κατʼ ἐκεῖνον κρύψαι. ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου ζητῇ τάφον· ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι· διὰ τοῦτο προκαταλαμβάνων οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθʼ αὑτόν, ἀλλὰ μετὰ τοῦ Ἀχιλλέως τεθῆναι. μάλιστα μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ. τοῦτο δὲ ἐπεὶ ἀδύνατον ἑώρα, τῆς φήμης ἐπικρατούσης καὶ τοῦ τάφου δεικνυμένου, τό γε ὑφʼ Ἕκτορος αὐτὸν ἀποθανεῖν ἀφείλετο καὶ τοὐναντίον ἐκεῖνον ὑπὸ τοῦ Ἀχιλλέως ἀναιρεθῆναί φησιν, καὶ προσέτι αἰκισθῆναι τὸν νεκρὸν αὐτοῦ καὶ συρῆναι μέχρι τῶν τειχῶν. πάλιν δὲ εἰδὼς τάφον ὄντα τοῦ Ἕκτορος καὶ τιμώμενον αὐτὸν ὑπὸ τῶν πολιτῶν, ἀποδοθῆναι αὐτὸν λέγει κελεύσαντος τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν. εἰς τοῦτο δὲ προελθὼν ἀπεῖπε λοιπόν, οὐκ ἔχων ὅ,τι χρήσηται τῇ ποιήσει καὶ τοῖς ψεύσμασι δυσχεραίνων οὐδὲ γὰρ ὑπέμεινεν οἶμαι πάλαι τεθνηκότα τὸν Ἀχιλλέα ποιεῖν πάλιν ἀναιρούμενον, οὐδὲ νικῶντας τοὺς ἡττηθέντας καὶ φεύγοντας, οὐδὲ τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην. οἱ δὲ ὕστερον ἅτε ἐξηπατημένοι καὶ τοῦ ψεύδους ἰσχύοντος ἤδη θαρροῦντες ἔγραφον. τὰ δὲ πράγματα οὕτως ἔσχεν. Ἀχιλλέως τελευτήσαντος ὑπὸ Ἕκτορος ἐν τῇ βοηθείᾳ τῶν νεῶν, οἱ μὲν Τρῶες, ὥσπερ καὶ πρότερον, ἐπηυλίσθησαν ἐγγὺς τῶν νεῶν, ὡς φυλάξοντες τοὺς Ἀχαιούς· ὑπώπτευον γὰρ αὐτοὺς ἀποδράσεσθαι τῆς νυκτός· ὁ δὲ Ἕκτωρ ἀνεχώρησεν εἰς τὴν πόλιν παρά τε τοὺς γονέας καὶ τὴν γυναῖκα, χαίρων τοῖς πεπραγμένοις, ἐπὶ τοῦ στρατεύματος καταλιπὼν Πάριν.