Ancient Greek
103 to 109
Dio Chrysostomus Soph., Orationes 103-109
Not analysed yet
νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων καὶ φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλʼ ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφʼ ἡδονῆς, ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως· εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον. ἔτι δέ τινας οὗτος τῶν ὑπʼ αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίον τε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς· πάλιν δὲ κἀνταῦθα διττὴ χορηγία πέφηνεν. ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως· ὅπου δὲ τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν. ὁ δὲ ἀτενέστερός τε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τά τε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενής τε καὶ ἄτολμος ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοινῶν καὶ πολιτικῶν τοῖς ἄμεινον βεβιωκόσιν· ὁ δὲ ἰταμὸς καὶ ἄτρεστος, πολλὰς ὕβρεις τε καὶ αἰσχύνας ὑπομείνας, ὀστράκου, φασί, μεταπεσόντος, στρατηγὸς ἢ δημαγωγὸς πέφηνεν ὀξὺ καὶ διάτορον βοῶν, ὥσπερ οἱ τῶν δραμάτων ὑποκριταί ἀπορρίψας μεταξὺ τὴν γυναικείαν στολήν, ἔπειτα στρατιώτου τινὸς ἢ ῥήτορος στολὴν ἁρπάσας περιέρχεται συκοφάντης καὶ φοβερός, ἀντίον πᾶσι βλέπων. ἆρʼ οὖν ἀρρενωπόν τι καὶ σεμνὸν εἶδος τῷ τοιούτῳ δαίμονι πρέπει ἢ μᾶλλον ὑγρόν τε καὶ μαλθακόν ; οὐκοῦν τὸ οἰκεῖον αὐτῷ σχῆμαπροσθήσομεν, οὐχ ὃ πλαττόμενος ἐνδύεται πολλάκις ·