Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 11-12
Not analysed yet
καὶ ταῦτα μὲν ἐκ τοῦ πρότερον χρόνου. τὰ δὲ νῦν οἵ γε Μαλλῶται διαφέρονται πρὸς ὑμᾶς, αὐτοὶ μὲν ἅπαντα ἀδικοῦντες καὶ θρασυνόμενοι, τῷ δὲ ἀσθενεῖς εἶναι καὶ πολὺ ἥττους μᾶλλον τὴν τῶν ἀδικουμένων τάξιν ἀεὶ λαμβάνοντες. οὐ γὰρ ἃ ποιοῦσιν ἔνιοι σκοποῦσιν, ἀλλὰ τίνες ὄντες, οὐδὲ τοὺς ἀδικοῦντας ἢ βιαζομένους ἐθέλουσιν ἐξετάζειν πολλάκις, ἀλλʼ οὓς εἰκὸς βιάζεσθαι τῷ δύνασθαι πλέον. εἰ γοῦν ὑφʼ ὑμῶν ἐπράχθη τι τοιοῦτον οἷον ὑπʼ ἐκείνων νῦν γέγονε, πορθεῖν ἂν ἐδοκεῖτε τὰς πόλεις καὶ ἀποστάσεως ἄρχειν καὶ πολέμου, καὶ στρατοπέδου δεῖν ἐφʼ ὑμᾶς.