Ancient Greek
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
Dio Chrysostomus Soph., Orationes 110-2
Not analysed yet
ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγος τε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν ἢ πρὸς ἰσχὺν τὴν ἱκανὴν διʼ ἀργίαν τε καὶ ἑδραιότητα ἢ ψυχῇ ἀσχημοσύνην τε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἢ ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι διʼ ἀβελτερίαν τε καὶ τρυφὴν τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν· οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν ἢ τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς προσηγορίας·