Ancient Greek · ~2 min
12 to 13
Dio Chrysostomus Soph., Orationes 12-2-13
Not analysed yet
ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας . τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων.