Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 12-6
Not analysed yet
ταῦτα δὲ ὑμῖν ἐναντίον τοῦδε τοῦ θεοῦ προλέγω καὶ ξυμβουλεύω διʼ εὔνοιαν καὶ φιλίαν προαγόμενος. οἶμαι δὲ ἐμαυτὸν ἂν πρῶτον πείθειν καὶ παρακαλεῖν, εἴ μοι τὰ τοῦ σώματος καὶ τὰ τῆς ἡλικίας ἐπεδέχετο· ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ ,εἴ πού τι δυνησόμεθα εὑρέσθαι παρὰ τῶν παλαιῶν ἀνδρῶν ὥσπερ ἀπερριμμένον ἤδη καὶ ἕωλον σοφίας λείψανον χήτει τῶν κρειττόνων τε καὶ ζώντων διδασκάλων. ἐρῶ δὲ ὑμῖν καὶ ἄλλο, ὃ πέπονθα τῇ γλαυκὶ παραπλήσιον, ἐὰν καὶ βούλησθε καταγελᾶν τῶν λόγων.