Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 12-9
Not analysed yet
νὴ Δία, ἀλλʼ οὐχ ὅμοιον τὸ παραβαίνειν τὰ πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους. οὐδʼ ἐγώ φημι. παραβαίνειν δὲ ὅμως ἔστι καὶ τὰ πρὸς τούτους, ὅταν τις αὐτοῖς μὴ ὑγιῶς προσφέρηται, μηδὲ τοὺς μὲν εἰληφότας ἐῶν ἔχειν ἅ γε δικαίως ἔλαβον, τοῖς δὲ ἀξίοις δόξασι τῶν αὐτῶν ὅ φησιν ὄντως διδούς, ἀλλὰ τοὺς μὲν ἀποστερῶν τῆς δωρεᾶς, τοὺς δὲ ὥσπερ ἐνεδρεύων καὶ παραλογιζόμενος.