Ancient Greek
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
Dio Chrysostomus Soph., Orationes 121-2
Not analysed yet
ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας ,τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντεσπάλιν ἀνώρθωσαν, ἐφʼ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς, Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς· καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις·