Ancient Greek
125 to 128
Dio Chrysostomus Soph., Orationes 125-128
Not analysed yet
ἐχέτω δὴ καὶ οὗτος ἡμῖν ὁ δαίμων τέλος, ἵνα μὴ νῦν στολάς τε καὶ μορφὰς προστιθέντες αὐτῷ καὶ τἄλλα τὰ προσήκοντα πολὺν καὶ ἄπειρον εἰσφερώμεθα λόγων ὄχλον. εἴη δʼ ἂν αὐτοῦ τὸ ἦθος, ὡς ἐν βραχεῖ περιλαβεῖν, φιλόνικον,ἀνόητον, χαῦνον, ἀλαζονείᾳ καὶ ζηλοτυπίᾳ καὶ πᾶσι τοῖς τοιούτοις ἔγγιστα χαλεποῖς καὶ ἀγρίοις πάθεσιν. ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ τρόπῳ ψυχῆς ἀκοινώνητα καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον· ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον καὶ συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένης τε καὶ ἀπολλυμένης τῆς ἄγρας· ὅταν μὲν γὰρ εὐδοκιμήσεις τε καὶ ἔπαινοι συμβαίνωσιν αὐτοῖς, ἡ ψυχὴ τοῦ τοιούτου ἀνδρὸς αὔξει καί βλαστάνει καὶ θαυμαστὸν ἴσχει μέγεθος, καθάπερ Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ μιᾷ βλαστῆσαι καὶ τέλειον γενέσθαι· ταχὺ δὲ αὖ πάλιν συστέλλεται καὶ ταπεινοῦται καὶ φθίνει, ψόγου τινὸς προσπεσόντος ἢ δυσφημίας.