Ancient Greek
128 to 132
Dio Chrysostomus Soph., Orationes 128-132
Not analysed yet
χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἄν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι περί γε φαύλων μηδὲ ἀναξίων μηδὲ οὐ προσηκόντων, μὴ δυσσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ διεξίῃ. σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν· οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον ἴσως οὖν οὐδὲ ἐκεῖνο μεμπτέον, ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶπολιτείας, καὶ οὐ πρότερον ἀπέκαμε πρὶν ἢ πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶς τε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς· εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν· ἀλλʼ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενοντὰ εἰρημένα καὶ οὐδʼ ὁπωστιοῦν σαφεστέρου διʼ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται. ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθʼ αὑτὸδὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα.