Ancient Greek · ~3 min
128 to 129
Dio Chrysostomus Soph., Orationes 128-2-129
Not analysed yet
παρὰ τοίνυν τοῖς Ἀθηναίοις κατὰ Φίλιππον μάλιστα, ὅτε τῆς ἡγεμονίας παρακεχωρήκεσαν, τῆς δʼ ἐλευθερίας μόνης λοιπὸν ἀντείχοντο, Λεπτίνης τις εἰσήνεγκε νόμον ὡς χρὴ τὰς ἀτελείας ἀφελέσθαι τοὺς ἔχοντας παρὰ τοῦ δήμου, δίχα τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος,καὶ μηκέτι τὸ λοιπὸν ἐξεῖναι διδόναι μηδενὶ τὴν δωρεὰν ταύτ̣̔?ʼν. τί οὖν; ἔσθʼ ὅπως παρεδέξαντο τὸν νόμον; οὐμενοῦν, ἀλλʼ ἑάλω γραφῆς. φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν· ὅπερ ἐξ ἀνάγκης γένοιτʼ ἄν, εἰ μὴ λυθήσεται νῦν· ἐὰν δὲ πανταχῇ σκοπούμενοι χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατʼ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπʼ ἐκείνων καὶ ὑμεῖς νῦν λύσατε.