Ancient Greek
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.
Dio Chrysostomus Soph., Orationes 13
Not analysed yet
οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, ἀνοίας καὶ ὕβρεως καὶ ὑπερηφανίας καὶ πάσης ἀνομίας ἀποπιμπλάντα ἐξ ἅπαντος αὑτοῦ τὴν ψυχὴν τεταραγμένην ὀργαῖς τε καὶ λύπαις καὶ φόβοις καὶ ἡδοναῖς καὶ παντοίαις ἐπιθυμίαις, ἀλλʼ ὡς οἶόν τε προσέχοντα τὸν νοῦν αὑτῷ καὶ τοῖς ὑπηκόοις, νομέα καὶ ποιμένα τῷ ὄντι τῶν λαῶν γιγνόμενον, οὐχ ἑστιάτορα καὶ δαιτυμόνα, ὡς ἔφη τις. ἐν ἄλλοις δὲ οὐδὲ καθεύδειν αὐτὸν ἀξιοῖ διʼ ὅλης τῆς νυκτός, ὡς οὐκ οὖσαν αὐτῷ σχολὴν ῥᾳθυμεῖν.