Ancient Greek · ~2 min
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 131
Not analysed yet
ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην· τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν τὴν ἀσφαλεστάτην ὥραν, ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας διαφθαρῆναι παρʼ ὀλίγον. αἵ τε οἴκοι συμφοραὶ καταλαβοῦσαι τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν ἀσθένειαν αὐτῶν·