Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 135-2
Not analysed yet
Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλʼ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπʼ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο. γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος.