Ancient Greek
135 to 137
Dio Chrysostomus Soph., Orationes 135-3-137
Not analysed yet
οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον οὔτε Μοίρας τελεσφόρους ἢ λοχίαν Ἄρτεμιν ἢ μητέρα Ῥέαν, οὐδὲ τὰς προεστώσας ἀνθρωπίνης γενέσεως Εἰλειθυίας οὐδὲ Ἀφροδίτην ἐπώνυμον τῆς κατὰ φύσιν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος συνόδου τε καὶ ὁμιλίας· μὴ δὴ ἐπιτρέπειν τὰ τοιαῦτα κέρδη μηδὲ νομοθετεῖν μήτε ἄρχοντα μήτε νομοθέτην μήτʼ ἐν ταῖς ἄκρως πρὸς ἀρετὴν οἰκησομέναις πόλεσιν μήτʼ ἐν ταῖς δευτέραις ἢ τρίταις ἢ τετάρταις ἢ ὁποιαισοῦν, ἐὰν ἐπʼ αὐτῶν τινι ᾖ τὰ τοιαῦτα κωλύειν. ἐὰν δʼ ἄρα παλαιὰ ἔθη καὶ νοσήματα ἐσκιρωμένα χρόνῳ παραλάβῃ, μήτοι γε παντελῶς ἐᾶν ἀθεράπευτα καὶ ἀκόλαστα, ἀλλὰ σκοποῦντα τὸ δυνατὸν ἁμῃγέπῃ στέλλειν καὶ κολάζειν. ὡς οὔποτε φιλεῖ τὰ μοχθηρὰ μένειν ἐπὶ τοῖς αὐτοῖς, ἀλλʼ ἀεὶ κινεῖται καὶ πρόεισιν ἐπὶ τὸ ἀσελγέστερον, μηδενὸς ἀναγκαίου μέτρου τυγχάνοντα.