Ancient Greek · ~2 min
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 140
Not analysed yet
τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς· ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς· οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.