Ancient Greek · ~2 min
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 15-13
Not analysed yet
καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐδʼ ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι· τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται πλησίον οὔσης παρʼ ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφʼ ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, λύπης, μυρίων ἄλλων κακῶν.