Ancient Greek
15 to 18
Dio Chrysostomus Soph., Orationes 15-3-18
Not analysed yet
ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρʼ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις. ἡδονὴν δὲ ποίαν ἐθηρώμην, ὁπότε καὶ τῶν κολάκων οἱ φανερῶς πεποιημένοιτέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστερον τὸ κολακεύειν; πῶς γὰρ ἡδύ, ἵνʼ ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι; καὶ μὴν οὐδὲ ἔνδοξον οὐδὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ διʼ ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ. πασῶν γάρ, ὡς ἔπος εἰπεῖν, τῶν κακιῶν αἰσχίστην τις ἂν εὕροι τὴν κολακείαν. πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μηδὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν. ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα· οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον.