Ancient Greek · ~3 min
15 to 16
Dio Chrysostomus Soph., Orationes 15-6-16
Not analysed yet
ὁ δὲ ἔφη, Νικῶμεν, βέλτιστε ἀνδρῶν, τὸ στάδιον. τοῦτο δὲ τί ἐστιν; εἶπεν· οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας, οὐδὲ σωφρονέστερος νῦν ἢ πρότερον οὐδὲ δειλὸς ἧττον, οὐδʼ ἔλαττον ἀλγεῖς οὐδʼ ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐδὲ ἀλυπότερον βιώσῃ. μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλʼ οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων· καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖσγὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις.