Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 150-3
Not analysed yet
εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρʼ ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν· ὑμεῖς δὲ οὐ φυλάξετε; καὶ Νέρωνμὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντʼ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων· αὐτοὶ δʼ ὑμεῖς ἀφαιρεῖσθε;