Ancient Greek
16 to 19
Dio Chrysostomus Soph., Orationes 16-19
Not analysed yet
ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν, κατʼ αὐτὸ τοῦτο πρῶτον οὐχ ὅσιός ἐστιν· ἢ γὰρ ἀνόητον ἢ πονηρὸν νενόμικε τὸ θεῖον. μετὰ δὲ τοὺς θεοὺς ἀνθρώπων ἐπιμελεῖται, τιμῶν μὲν καὶ ἀγαπῶν τοὺς ἀγαθούς, κηδόμενος δὲ πάντων. τίς μὲν γὰρ ἀγέλης βοῶν κήδεται μᾶλλον τοῦ νέμοντος; τίς δὲ ποιμνίοις ὠφελιμώτερός τε καὶ ἀμείνων ποιμένος; τίς δὲ μᾶλλον φίλιππος τοῦ πλείστων μὲν ἄρχοντος ἵππων, πλεῖστα δὲ ἀφʼ ἵππων ὠφελουμένου; τίνα δὲ εἰκὸς οὕτως εἶναι φιλάνθρωπον ἢ ὅστις πλείστων μὲν ἀνθρώπων ἐγκρατής ἐστι, μάλιστα δὲ ὑπὸ ἀνθρώπων θαυμάζεται; δεινὸν γάρ, εἰ οἱ ἀλλοφύλων καὶ ἀγρίων ἄρχοντες θηρίων εὐνούστεροι εἷεν τοῖς ἀρχομένοις τοῦ βασιλεύοντος ἀνθρώπων ἡμέρων καὶ ὁμοφύλων. καὶ μέντοι καὶ φιλοῦσι καὶ ἀνέχονται μάλιστα πάντων ἀγέλαι μὲν νομεῖς, ἵπποι δὲ ἡνιόχους· κυνηγέται δὲ ὑπὸ κυνῶν φυλάσσονται καὶ ἀγαπῶνται, καὶ τὰ ἄλλα οὕτως ἀγαπᾷ τὰ ἀρχόμενα τοὺς ἄρχοντας.