Ancient Greek
(12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ.
Dio Chrysostomus Soph., Orationes 16-7
Not analysed yet
ἐκεῖνος γὰρ ὁπότʼ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε, αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς ,ὃ σπουδαιότερον τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.