Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 16-9
Not analysed yet
οἱ δὲ ἄνθρωποι δέονται καὶ στεφάνου καὶ εἰκόνος καὶ προεδρίας καὶ τοῦ μνημονεύεσθαι. καὶ πολλοὶ καὶ διὰ ταῦτα ἤδη τεθνήκασιν, ὅπως ἀνδριάντος τύχωσι καὶ κηρύγματος ἢ τιμῆς ἑτέρας καὶ τοῖς αὖθις καταλίπωσι δόξαν τινὰ ἐπιεικῆ καὶ μνήμην ἑαυτῶν. εἰ γοῦν τις ὑμῶν πύθοιτο, ἁπάντων τῶν τοιούτων ἀνῃρημένων καὶ μηδεμιᾶς εἰς ὕστερον μνήμης ἀπολειπομένης μηδὲ ἐπαίνου τῶν εὖ πραχθέντων, εἰ καὶ πολλοστὸν ἡγεῖσθε μέρος ἂν γεγονέναι τῶν θαυμαζομένων παρὰ πᾶσιν ἀνδρῶν ἢ τῶν ἐν πολέμῳ ποτὲ προθύμως ἠγωνισμένων ἢ τῶν τυράννους καθῃρηκότων ἢ τῶν ἑαυτοὺς ἢ τέκνα προειμένων ἕνεκα κοινῆς σωτηρίας ἢ τῶν πόνους μεγάλους πονησάντων ὑπὲρ τῆς ἀρετῆς, ὥσπερ Ἡρακλέα φασὶ καὶ Θησέα καὶ τοὺς ἄλλους ἡμιθέους ποτὲ καὶ ἥρωας, οὐκ ἂν οὐθένα εἰπεῖν οἶμαι.