Ancient Greek
17 to 18
Dio Chrysostomus Soph., Orationes 17-8-18
Not analysed yet
ἦλθον δὲ οὐ χρημάτων ἔμπορος οὐδὲ τῶν πρὸς ὑπηρεσίαν τοῦ στρατοπέδου σκευοφορῶν ἢ βοηλατῶν, οὐδὲ πρεσβείαν ἐπρέσβευον συμμαχικὴν ἤ τινα εὔφημον, τῶν ἀπὸ γλώττης μόνον συνευχομένων, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχον ἔγχος, οὐ μὴν οὐδὲ ἄλλο ὅπλον οὐθέν. ὥστε ἐθαύμαζον ὅπως με ἠνείχοντο ὁρῶντες. οὔτε γὰρ ἱππεύειν ἐπιστάμενος οὔτε τοξότης ἱκανὸς ὢν οὔθʼ ὁπλίτης, ἀλλʼ οὐδὲ τῶν κούφων καὶ ἀνόπλων ἀκοντιστής ἢ λιθοβόλος, οὐδʼ αὖ τεμεῖν ὕλην ἢ τάφρον ὀρύττειν δυνατὸς οὐδὲ ἀμῆσαι χιλὸν ἐκ πολεμίου λειμῶνος πυκνὰ μεταστρεφόμενος, οὐδὲ ἐγεῖραι σκηνὴν ἢ χάρακα, ὥσπερ ἀμέλει ξυνέπονται τοῖς στρατοπέδοις πολεμικοί τινες ὑπηρέται·