Ancient Greek
18 to 19
Dio Chrysostomus Soph., Orationes 18-10-19
Not analysed yet
τοῦτο ἦν τὸ ποιῆσαν Λακεδαιμονίων τινὰς ἐν τοῖς στενοῖς ἀντιτάξασθαι πρὸς τοσαύτας Περσῶν μυριάδας. τοῦτο ἐποίησε τοὺς ὑμετέρους προγόνους ἅπασαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τροπαίων καὶ τῆς λοιπῆς Ἑλλάδος τρόπον τινὰ ἐσβεσμένης μόνους ὑμᾶς ἐφʼ αὑτοῖς διαφυλάξαι τὸ κοινὸνἀξίωμα τῶν Ἑλλήνων εἰς τὸν νῦν παρόντα χρόνον. ὅθεν εἰκότως μοι δοκεῖτε μεῖζον ἁπάντων ἐκείνων φρονεῖν. οἱ μὲν γὰρ ἐν ἀρχῇ τὰ πρὸς τοὺς βαρβάρους εὐτυχήσαντες καὶ λαμπροὶ φανέντες τὰ λοιπὰ ἐξήμαρτον, φθόνου μᾶλλον καὶ ἀνοίας καὶ φιλονικίας ἤπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι, μέχρι μηδενὸς ἔξωθεν ἐνοχλοῦντοσαὐτοὶ παρείθησαν καὶ πάντα ἤδη τὸν βουλόμενον εἶναι δεσπότην ἐκάλουν. ὑμεῖς δὲ τοσούτους πολέμους κατωρθωκότες ἅπαντας οὐχ ἧττον καλῶς ἀνείλεσθε ἢ γενναίως ἐπολεμήσατε·