Ancient Greek
(9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.
Dio Chrysostomus Soph., Orationes 18-6
Not analysed yet
τί δέ; ὅστις ἀγνοεῖ χρῆσιν κυνῶν, δυνατὸς ἂν εἴη χρῆσθαι; ἢ οὐ τό τινι χρῆσθαι ὠφελεῖσθαί ἐστιν ἀπʼ ἐκείνου; δοκεῖ μοι. οὐδεὶς ἄρα τῶν βλαπτομένων ἀπό τινος χρῆται ἐκείνῳ ὑφʼ οὗ βλάπτεται; οὐ γάρ. οὔκουν καὶ ὁ κυσὶ πειρώμενος χρῆσθαι ἄνευ τοῦ ἐπίστασθαι ζημιώσεται ἀπʼ αὐτῶν; εἰκός γε. οὐκ ἄρα οὐδὲ χρήσεται αὐτοῖς, ἐπεὶ οὐκ ἔστι χρῆσις ὅπου ζημία πρόσεστι. καὶ οὐ μόνον περὶ κυνῶν καὶ ἵππων ἔχει οὕτως, ἀλλὰ καὶ βοῶν καὶ ὀρέων, καὶὅ μᾶλλον θαυμάσαις ἄν, οὐδὲ ὄνῳ ἢ προβάτῳ χρῆσθαι πάρεστι τοῖς ἀπείροις.