Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 18-7
Not analysed yet
τί οὖν κωλύει καὶ περὶ τῶν ἀνθρώπων αὐτὸν οὕτως εἰρηκέναι; ὅστις γὰρ περὶ θεᾶν οὐ φανερῶς τἀληθῆ φησιν, ἀλλὰ τοὐναντίον οὕτως ὥστε τὰ ψευδῆ μᾶλλον ὑπολαμβάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταῦτα μηδὲν ὠφελούμενος, πῶς ἂν περί γε ἀνθρώπων ὀκνήσειεν ὁτιοῦν ψεῦδος εἰπεῖν; καὶ ὅτι μὲν πεποίηκεν ἀλγοῦντας τοὺς θεοὺς καὶ στένοντας καὶ τιτρωσκομένους καὶ ἀποθνῄσκοντας σχεδόν, ἔτι δὲ μοιχείας καὶ δεσμὰ καὶ διεγγυήσεις θεῶν, οὐ λέγω, πρότερον εἰρημένα πολλοῖς. οὐδὲ γὰρ βούλομαι κατηγορεῖν Ὁμήρου, μόνον δὲ ἐπιδεῖξαι τἀληθὲς ὡς γέγονεν· ἐπεί τοι καὶ ἀπολογήσομαι περὶ αὐτοῦ τὰ ἐμοὶ δοκοῦντα.