Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 19-9
Not analysed yet
κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων. οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμισπεριγίγνεται διὰ τούτου, ἀλλʼ ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός· ὧν ἴσως οὐκ ἔδει φροντίζειν· τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαιδι’ ἔνδειαν ἰατρῶν ἢ ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται.