Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 2-12
Not analysed yet
ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατʼ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπʼ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθʼ Ὅμηρον. ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως.