Ancient Greek
2 to 3
Dio Chrysostomus Soph., Orationes 2-5-3
Not analysed yet
καὶ μέντοι ἐνόμιζε τότε εὐιατοτέρους εἶναι· καὶ γὰρ τὰ νοσήματα τοῦ σώματος, ὅταν ἔκδηλα ᾖ, ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν ἢ μέχρι ὑποστέλλεται· τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι. διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις. ἔλεγε δὲ ἐπισκώπτων, ὅτι ἐπιπλήττοι τὸ τοῦ κυνός· τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν.