Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 20-6
Not analysed yet
μόνος δὴ ἐν τοσούτοις φαινόμενος ῥᾴθυμος ἀτεχνῶς σφόδρα τε εἰρηνικὸς πολέμου θεατής, τὸ μὲν σῶμα ἐνδεής, τὴν δὲ ἡλικίαν προήκων, οὐ χρυσοῦν σκῆπτρον φέρων οὐδὲ στέμματα ἱερὰ θεοῦ τινος, ἐπὶ λύσει θυγατρὸς ἥκων εἰς τὸ στρατόπεδον ἀναγκαίαν ὁδόν, ἀλλʼ ἐπιθυμῶν ἰδεῖν ἄνδρας ἀγωνιζομένους ὑπὲρ ἀρχῆς καὶ δυνάμεως, τοὺς δὲ ὑπὲρ ἐλευθερίας τε καὶ πατρίδος· ἔπειτα οὐ τὸν κίνδυνον ἀποκνήσας,μὴ τοῦτο ἡγησάσθω μηδείς, ἀλλʼ εὐχῆς τινος μνησθεὶς παλαιᾶς δεῦρο ἀπετράπην πρὸς ὑμᾶς, ἀεὶ τὰ θεῖα κρείττω καὶ προυργιαίτερα νομίζων τῶν ἀνθρωπίνων, ἡλίκα ἂν ῃ.