Ancient Greek
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
Dio Chrysostomus Soph., Orationes 22-2
Not analysed yet
τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι παροῦσι πράγμασιν.