Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 22-7
Not analysed yet
ἅπασι γάρ ἐστι περὶ πολλοῦ τὰ τῆς ἀρετῆς σύμβολα, καὶ οὐδεὶς αἱρεῖται τῶν πολλῶν, ὅ,τι ἂν οἴηται καλὸν αὑτῷ πεπρᾶχθαι, μηδένα δὲ εἰδέναι. πρὸς τοῦ Διός, ἆρα ἀγνοεῖτε τοῦτο τὸ ἔργον οὐκ ἐκείνους μόνον ἀτίμους ποιοῦν, ἀλλὰ καὶ τὴν πόλιν ἔρημον τῶν εὐνοησόντων καὶ προθυμησομένων ὑπὲρ αὐτῆς; μηδὲ γὰρ ἐκεῖνο εἰσέλθῃ μηδένα ὑμῶν ὅτι εἴπερ ἄρα μίαν τιμὴν καταλύσετε τὴν τῶν εἰκόνων, αἱ λοιπαὶ δέ εἰσιν ἀναφαίρετοι. πρῶτον μὲν γὰρ οἱ τὴν μεγίστην ἀναιροῦντες καὶ ἧς μάλιστα ἕκαστος ἐπιθυμεῖ τυγχάνειν ὁμολογοῦσι δήπουθεν ἐκ τοῦ πλείονος μέρους τὴν πόλιν βλάπτειν, εἴ γέ φασι βλαβερὸν εἶναι τὸ πάσας αὐτὰς καταλελύσθαι.