Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 22-8
Not analysed yet
ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων ἀνθρώπων ἐρημίαν· ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾅδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα τὸν ὑμέτερον θροῦν οὐδὲ τὸν γέλωτα οὐδὲ τὴν ὀργὴν οὐδὲ τοὺς συριγμοὺς οὐδὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων; καὶ ταῦτα ἀκούων Ὁμήρου τε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόν τε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος·