Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 23-6
Not analysed yet
περὶ δὲ τοῦ ποταμοῦ φράσας ἡμῖν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος λέγοιτο παρὰ τοῖς θεοῖς, αὐτὸς οὕτως ἤδη ἐν τοῖς ἔπεσιν ὀνομάζει, ὡς οὐ μόνον ἐξὸν αὐτῷ τὰς ἄλλας γλώττας μιγνύειν τὰς τῶν Ἑλλήνων, καὶ ποτὲ μὲν αἰολίζειν, ποτὲ δὲ δωρίζειν, ποτὲ δὲ ἰάζειν, ἀλλὰ καὶ διαστὶ διαλέγεσθαι. ταῦτα δέ μοι εἴρηται, ὥσπερ δὴ ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλʼ ὅτι ἀνδρειότατος ἀνθρώπων ἦν πρὸς τὸ ψεῦδος Ὅμηρος καὶ οὐθὲν ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι ἢ τῷ τἀληθῆ λέγειν. τὸ δὲ μῶλυ εἰπὼν ὅπως οἱ θεοὶ λέγουσιν, οὐκέτι προστίθησι τὸ παρὰ τοῖς ἀνθρώποις ὄνομα· καὶ τὸν ποταμὸν εἰπὼν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος ὀνομάζοιτο παρʼ αὐτοῖς, οὕτως ἤδη ἐν τοῖς ἔπεσι χρῆται, ὡς ἐξὸν αὐτῷ, μὴ μόνον τὰς τῶν Ἑλλήνων φωνὰς μιγνύειν, μηδὲ τοῖς σφόδρα ἀρχαίοις μόνον, ἀλλὰ καὶ τοῖς δαιμονίοις χρῆσθαι ὀνόμασι, καὶ ποτὲ μὲν αἰολίζοντα ποτὲ δὲ δωρίζοντα, πάλιν δὲ ἰάζοντα διαλέγεσθαι,