Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 24-10
Not analysed yet
εἰ γὰρ ταῦτα δύναται ποιεῖν ἀνθρώπους μακαρίους, ποταμὸς ἢ κρᾶσις ἀέρος ἢ τόπος γῆς ἢ καὶ θαλάττης ἢ ναὸς ἢ τεῖχος, οὐκ ἔστιν εἰπεῖν ὅσων λείπεσθε. Βυζαντίους ἐκείνους ἀκούετε παρʼ αὐτὸνοἰκοῦντας τὸν Πόντον, μικρὸν ἔξω τοῦ στόματος, αὐτομάτων ἰχθύων αὐτοῖς ἐπὶ τὴν γῆν ἐκπιπτόντων ἐνίοτε· ἀλλʼ ὅμως οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους, εἰ μὴ καὶ τοὺς λάρους, οὐδὲ Αἰγυπτίους διὰ τὸν Νεῖλον οὐδὲ Βαβυλωνίους διὰ τὸ τεῖχος.