Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 24-8
Not analysed yet
εἰ δέ τις τὴν μεγίστην ἀνέλοι, φυγὴν ἢ θάνατον, τά γε ἐλάττω τῶν ἐπιτιμίων λοιπὸν ἀνάγκη μηδὲ γεγράφθαι δοκεῖν. ὥσπερ οὖν οἱ παραχαράττοντες τὸ νόμισμα, κἂν μέρος λυμήνωνται, τὸ σύμπαν διεφθαρκέναι δοκοῦσιν ὑπαίτιον ποιήσαντες, ὁμοίως οἱ τῶν τιμῶν τινας ἢ τῶν τιμωριῶν ἀναιροῦντες ὅλον τὸ πρᾶγμα καταλύουσι καὶ τοῦ μηδενὸς ἄξιον δεικνύουσι.