Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 25-11
Not analysed yet
καὶ μὴν ὅ γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι, δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου· πλὴν ὅτι γε μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν· ὥστε ὧν παρʼ ἐκείνου τότε διʼ εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον διʼ εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθʼ αὑτῶν.