Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 25-4
Not analysed yet
τοῦτο δὲ ἰδεῖν ἔστι καὶ ἐν τοῖς δικαστηρίοις καὶ παρʼ ἄλλοις γιγνόμενον, οἳ μετὰ τέχνης ψεύδονται. οἱ δὲ βουλόμενοι τὰ γενόμενα ἐπιδεῖξαι, ὡς ξυνέβη ἕκαστον, οὕτως ἀπαγγέλλουσι, τὸ πρῶτον πρῶτον καὶ τὸ δεύτερον δεύτερον καὶ τἄλλα ἐφεξῆς ὁμοίως. ἓν μὲν τοῦτο αἴτιον τοῦ μὴ κατὰ φύσιν ἄρξασθαι τῆς ποιήσεως· ἕτερον δέ, ὅτι τὴν ἀρχὴν αὐτῆς καὶ τὸ τέλος μάλιστα ἐπεβούλευσεν ἀφανίσαι καὶ ποιῆσαι τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν.