Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 27-10
Not analysed yet
τοιγαροῦν ἅμα σκῆπτρα καὶ ἁλουργίδες καὶ Μηδικὴ τράπεζα καὶ τὸ γένος αὐτῶν ἐξέλιπεν· ὥστε νῦν εἴ τις διέρχοιτο Πέλλαν, οὐδὲ σημεῖον ὄψεται πόλεως οὐδέν, δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον ἐν τῷ τόπῳ. καίτοι μένει τὰ χωρία τῶν πόλεων, ὧν εἶπον, καὶ τῶν ἐθνῶν, οἷα καὶ πρότερον ἦν, καὶ τοὺς ποταμοὺς οὐδεὶς ἄλλοσε ἔτρεψεν, οὐδʼ εἴ τι τοιοῦτον ἦν ἕτερον· ἀλλʼ ὅμως ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι.