Ancient Greek
(7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ.
Dio Chrysostomus Soph., Orationes 27-3
Not analysed yet
τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶπαραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων, ἀλλὰ τοῖς ἀνδραπόδοις τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς· καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰασίωνα καὶ Κινύραν·