Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 27-6
Not analysed yet
περὶ δὴ θεῶν τῆς τε καθόλου φύσεως καὶ μάλιστα τοῦ πάντων ἡγεμόνος πρῶτον μὲν καὶ ἐν πρώτοις δόξα καὶ ἐπίνοια κοινὴ τοῦ ξύμπαντος ἀνθρωπίνου γένους, ὁμοίως μὲν Ἑλλήνων, ὁμοίως δὲβαρβάρων, ἀναγκαία καὶ ἔμφυτος ἐν παντὶ τῷ λογικῷ γιγνομένη κατὰ φύσιν ἄνευ θνητοῦ διδασκάλου καὶ μυσταγωγοῦ χωρὶς ἀπάτης καὶ χαρᾶς διά τε τὴν ξυγγένειαν τὴν πρὸς αὐτοὺς καὶ πολλὰ μαρτύρια τἀληθοῦς, οὐκ ἐῶντα κατανυστάξαι καὶ ἀμελῆσαι τοὺς πρεσβυτάτους καὶ παλαιοτάτους·