Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 28-8
Not analysed yet
οἱ μὲν γὰρ ἃ δοκοῦσι τοῖς ἐπιεικέσιν ὀφείλειν οὐ παῥ̣?ʼχουσιν, οἱ δὲ ἃ σύνηθές ἐστι γίγνεσθαι κατὰ τῶν ἄκρως πονηρῶν, ταῦτα πράττουσι κατʼ αὐτῶν. εἰ γοῦν τις τῶν ποτε νομισθέντων μετρίων αὖθις ἀνήκεστον ἁμάρτοι τι καὶ χαλεπόν, οἷονεἰ προδοσίαν βουλεύσειεν ἢ τυραννίδα, τῶν τοιούτων ἔθος ἐστὶ τὰς τιμὰς ἀναιρεῖσθαι, κἂν ἐπιγραφῆς τινος πρότερον ὦσι τετευχότες. εἶτʼ οὐκ αἰσχρὸν τῶν αὐτῶν ἀξιοῦν ὑμᾶς τοὺς ὁμολογουμένως ἀρίστους, ὧν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀνοσίους τυγχάνειν οἱ νόμοι κελεύουσιν, οἷς οὐδὲ ταφῆς μέτεστιν;